Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.158 Dem. 19.160 (English) >>Dem. 19.163

19.159καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων ὡς ἐπεχείρησαν οὗτοι, “πλὴν Ἁλέων καὶ Φωκέων,” γράψαι, ἀλλʼ ἀναγκασθέντος ὑφʼ ὑμῶν τοῦ Φιλοκράτους ταῦτʼ ἀπαλεῖψαι, γράψαι δʼ ἄντικρυς, “Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους,” οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων (οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφʼ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλʼ ἕξειν πρόφασιν τοὺς ὅρκους), 19.160οὔτε μάρτυρας γενέσθαι τῶν ὑποσχέσεων, ἐφʼ αἷς εὑρίσκετο τὴν εἰρήνην, οὐδὲ τοῦτο δειχθῆναι πᾶσιν, ὅτι οὐκ ἄρʼ πόλις τῶν Ἀθηναίων ἥττητο τῷ πολέμῳ, ἀλλὰ Φίλιππός ἐστιν τῆς εἰρήνης ἐπιθυμῶν καὶ πόλλʼ ὑπισχνούμενος τοῖς Ἀθηναίοις ἂν τύχῃ τῆς εἰρήνης. ἵνα δὴ μὴ γένοιτο ταῦθʼ λέγω φανερά, διὰ ταῦτʼ οὐδαμόσʼ ᾤετο δεῖν τούτους βαδίζειν. οὗτοι δʼ ἐχαρίζοντο πάντα, ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον. 19.161καίτοι ταῦθʼ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδʼ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρʼ ἀπηγγελκότες, πῶς ἔνεστι παρʼ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου.Ψήφισμα Ἐπιστολή Ψηφίσματα



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.158 Dem. 19.160 (English) >>Dem. 19.163

Powered by PhiloLogic